Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 43

[43] τὸ μὲν γὰρ συνδιατρίβειν κακῷ βλαβερώτατον, τὸ δὲ ἀγαθῷ τελείῳ σφαλερώτατον. ὁ γοῦν Ἰακὼβ καὶ τὸν Ἠσαῦ ἀποδιδράσκει καὶ τῶν γονέων διοικίζεται· ἀσκητικὸς γὰρ ὢν καὶ ἔτι διαθλῶν φεύγει μὲν κακίαν, ἀρετῇ δὲ τελείᾳ καὶ αὐτομαθεῖ συζῆν ἀδυνατεῖ.