Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 42

[42] ἀποφεύγετε οὖν ἐν τῷ παρόντι καὶ τὸ κάκιστον καὶ τὸ ἄριστον, κάκιστον μὲν τὸ μυθικὸν πλάσμα, τὸ ἄμετρον καὶ ἐκμελὲς ποίημα, τὸ ὑπ’ ἀμαθίας σκληρὸν καὶ δρύινον ὄντως νόημα καὶ πεῖσμα, ὧν Ἠσαῦ ἐπώνυμος, ἄριστον δὲ τὸ ἀνάθημα· τὸ γὰρ θεραπευτικὸν γένος ἀνάθημά ἐστι θεοῦ, ἱερώμενον τὴν μεγάλην ἀρχιερωσύνην αὐτῷ μόνῳ.