[34] τοὺς δ’ ἀκριβεστέρους ἀπατᾶν οὐ δύνανται διακύπτοντας εἴσω καὶ μὴ τοῖς ἐν ἐμφανεῖ παραγομένους. ταῦτα γὰρ προκαλύμματα ὄντα ἑτέρων ἀναστείλαντες, τὰ ἐναποκείμενα ἔνδον, ὁποῖα ἄττα τὴν φύσιν ἐστίν, ἐθεάσαντο καί, εἰ μὲν εἴη καλά, ἐθαύμασαν, εἰ δὲ αἰσχρά, ἐχλεύασαν καὶ τῆς ὑποκρίσεως ἐμίσησαν.