[33] [cap.6] μέμψαιτ’ ἂν οὖν δεόντως ἡ ἀλήθεια τοῖς ἀνεξετάστως ἀπολείπουσι τὰς ἐν τῷ [M.551] πολιτικῷ βίῳ πραγματείας καὶ πορισμοὺς καὶ δόξης καὶ ἡδονῆς καταπεφρονηκέναι λέγουσιν. ἀλαζονεύονται γάρ, οὐ καταφρονοῦσι, τὸ ῥυπᾶν καὶ σκυθρωπάζειν αὐστηρῶς τε καὶ αὐχμηρῶς ἀποζῆν δελέατα προτιθέντες, ὡς δὴ κοσμιότητος καὶ σωφροσύνης καὶ καρτερίας ἐρασταί.