[28] [cap.5] ἐὰν οὖν θέλῃς διελέγξαι τὸν πολυχρήματον φαῦλον, μὴ ἀποστραφῇς τὴν ἐν χρήμασι περιουσίαν. ὁ μὲν γὰρ ἢ ἀνελεύθερος καὶ δουλοπρεπὴς ὀβολοστάτης καὶ τοκογλύφος, βαρυδαίμων ἀνήρ, ἀναφανεῖται ἢ ἔμπαλιν ἄσωτος πεφορημένος, λαφύττειν καὶ σπαθᾶν ἑτοιμότατος, ἑταιρῶν καὶ πορνοτρόφων καὶ μαστροπῶν καὶ παντὸς ἀκολάστου θιάσου χορηγὸς φιλοτιμότατος.