Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 27

[27] ἢ οὐκ οἶδας, ὅτι ναῦν ἰδιώτης μὲν παραλαβὼν σῴζεσθαι δυναμένην ἀνατρέπει, κυβερνητικὸς δὲ ἀνὴρ καὶ τὴν ἀπολλυμένην πολλάκις ἔσωσε, καὶ τῶν καμνόντων οἱ μὲν ἀπειρίᾳ τῶν θεραπευόντων χρησάμενοι σφαλερῶς τὰ σώματα ἔσχον, οἱ δὲ ἐμπειρίᾳ καὶ τὰς σφαλερὰς νόσους ἀπέφυγον; καὶ τί δεῖ μηκύνειν; ἀεὶ γὰρ τὰ μετὰ τέχνης ἔλεγχός ἐστι τῶν σὺν ἀτεχνίᾳ γινομένων, καὶ ὁ τούτων ἀληθὴς ἔπαινος ἀψευδὴς ἐκείνων ἐστὶ κατηγορία.