[212] ἐλευθέρων μὲν γὰρ καὶ ἀστῶν ὡς ἀληθῶς ψυχῶν ὁ ἐλεύθερος καὶ ἐλευθεροποιὸς δημιουργός, δούλων δὲ δοῦλοι· ἄγγελοι δ’ οἰκέται θεοῦ, νομιζόμενοι πρὸς τῶν ἔτ’ ἐν πόνοις καὶ δουλείαις ὑπαρχόντων θεοί. „διὰ τοῦτο“ φησίν "ἐκάλεσε τὸ φρέαρ φρέαρ οὗ ἐνώπιον εἶδον“ (ibid. 14).