Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 211

[211] ἀλλὰ καὶ τρίτον προσυπογράφει χαρακτῆρα φάσκων· "κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν κατοικήσει“ (ibid.), μονονοὺκ ἄντικρυς ἐπιδεικνύμενος τὴν ἀντιπρόσωπον διαμάχην καὶ ἀντίστασιν αἰώνιον. ἡ κυοφοροῦσα οὖν τὸν σοφιστὴν λόγον ψυχή φησι τῷ λαλοῦντι πρὸς αὐτὴν ἐλέγχῳ· „σὺ θεὸς ὁ ἐπιδών με“ (ibid. 13), ἴσον τῷ σὺ ποιητὴς εἶ τῶν ἐμῶν βουλημάτων καὶ ἐκγόνων, καὶ μήποτ’ εἰκότως·