Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 209

[209] τὸν δὲ γεννηθέντα τρόπον χαρακτηρίζει διά τε τοῦ λέγειν ἀγροῖκον ἔσεσθαι, ὡς ἂν ἀγροικόσοφον, μήπω τῆς τιθασοῦ καὶ πολιτικῆς ὄντως μοίρας ἠξιωμένον — αὕτη δέ ἐστιν ἀρετή, δι’ ἧς πέφυκεν ἡμεροῦσθαι τὸ ἦθος —, καὶ διὰ τοῦ φάσκειν· „αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν“ (ibid. 12)· σοφιστοῦ γὰρ βούλημα τοῦτο τὸ λίαν σκεπτικὸν ἐπιμορφάζοντος καὶ λόγοις χαίροντος ἐριστικοῖς.