Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 208

[208] οὕτως γὰρ πραϋτόκοις ὠδῖσιν ἄρρενα γενεὰν ἀποκυήσεις, ὄνομα Ἰσμαήλ (ibid. 11), ἀκοαῖς θείαις σωφρονισθεῖσα· ἑρμηνεύεται γὰρ Ἰσμαὴλ ἀκοὴ θεοῦ. ἀκοὴ δ’ ὁράσεως τὰ δευτερεῖα φέρεται, ὅρασιν δὲ ὁ γνήσιος υἱὸς καὶ πρωτόγονος Ἰσραὴλ κεκλήρωται· μεταληφθεὶς γάρ ἐστιν ὁρῶν θεόν. ἀκούειν μὲν γὰρ καὶ ψευδῶν ὡς ἀληθῶν ἔνεστιν, ὅτι ἀπατηλὸν ἀκοή, ἀψευδὲς δ’ ὅρασις, ᾗ τὰ ὄντα ὄντως κατανοεῖται.