Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 20

[20] προσηκόντως οὖν ἀποδράσεται τὸν τῶν θείων ἀγαθῶν ἀμέτοχον, ὃς καὶ ἐν οἷς ἕτερον αἰτιᾶται διαβάλλων ἑαυτὸν λέληθεν, ἐπειδὰν φῇ· „εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε“ (Gen. 31,27). αὐτὸ γὰρ τοῦτο φυγῆς ἦν ἄξιον, εἰ μυρίων δεσποτῶν δοῦλος ὤν, ἐπιμορφάζων ἀρχὴν καὶ ἡγεμονίαν, ἐλευθερίαν ἄλλοις ἐκήρυττες.