Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 19

[19] καθάπερ γὰρ ἐνταῦθα φυσικῶς τὰ βέβηλα παρ’ Αἰγυπτίοις ἱερὰ παρὰ τοῖς ὀξὺ καθορῶσι λέγεται καὶ πάντα θύεται, τὸν αὐτὸν τρόπον καὶ ὧν ἐστέρηται καὶ ἀφῄρηται πᾶς ἄφρων, τούτων κληρονόμος ἔσται ὁ καλοκἀγαθίας ἑταῖρος· ταῦτα [M.549] δέ ἐστι δόξα ἀληθὴς ἐπιστήμης ἀδιαφοροῦσα καὶ πλοῦτος οὐχ ὁ τυφλός, ἀλλ’ ὁ τῶν ὄντων ὀξυδερκέστατος, ὃς οὐδὲν παραδέχεται νόμισμα κίβδηλον, ἀλλ’ οὐδ’ ἄψυχον τὸ παράπαν, εἰ καὶ δόκιμον εἴη.