Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 198

[198] οὐκοῦν ὁ θεός ἐστιν ἡ πρεσβυτάτη ⟨πηγή⟩, καὶ μήποτ’ εἰκότως· τὸν γὰρ σύμπαντα τοῦτον κόσμον ὤμβρησε. καταπέπληγμαι δ’ ἀκούων, ὅτι ζωῆς ἐστιν ἥδε ἡ πηγή· μόνος γὰρ ὁ θεὸς ψυχῆς καὶ ζωῆς καὶ διαφερόντως λογικῆς ψυχῆς καὶ τῆς μετὰ φρονήσεως ζωῆς αἴτιος. ἡ μὲν γὰρ ὕλη νεκρόν, ὁ δὲ θεὸς πλέον τι ἢ ζωή, πηγὴ τοῦ ζῆν, ὡς αὐτὸς εἶπεν, ἀένναος.