[197] αἱ ἐναντιότητες διαζεύγνυνται. [cap.36] λεκτέον δ’ ἤδη περὶ τῆς ἀνωτάτω καὶ ἀρίστης πηγῆς, ἣν ὁ πατὴρ τῶν ὅλων διὰ προφητικῶν ἐθέσπισε στομάτων. εἶπε γάρ που· „ἐμὲ ἐγκατέλιπον πηγὴν ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συσχεῖν ὕδωρ“ (Ier. 2,13).