Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 188

[188] [cap.34] τοιαῦται μέν εἰσιν αἱ παιδείας τῆς μέσης πηγαί, τὴν δ’ ἀφροσύνης ἐπισκεψώμεθα, περὶ ἧς λελάληκεν ὁ νομοθέτης ὧδε· „ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψε, καὶ αὕτη ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολοθρευθήτωσαν ἀμφότεροι“ (Lev. 20,18)·