[187] παραγενόμενοι δὲ εἰς τοὺς θυρῶνας ἀρετῆς, τὰ προπαιδεύματα, καὶ θεασάμενοι πηγὰς καὶ παρ’ αὐταῖς ἔρνη φοινίκων στρατοπεδεύειν οὐ παρὰ τοῖς φυτοῖς ἀλλὰ παρὰ τοῖς ὕδασι λέγονται. διὰ τί; ὅτι φοίνικι μὲν καὶ ταινίαις οἱ παντελοῦς ἀρετῆς ἐπιφερόμενοι τὰ ἆθλα κοσμοῦνται, οἱ δὲ ἔτι ⟨ἐγ⟩χορεύοντες τοῖς προπαιδεύμασιν [68] ἅτε μαθήσεως διψῶντες παρὰ ταῖς δυναμέναις ἄρδειν καὶ ποτίζειν τὰς ψυχὰς αὐτῶν ἐπιστήμαις ἱδρύονται.