Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 15

[15] παρὸ καὶ φωνὴν αἱ ἀσκητικαὶ δυνάμεις ἀφεῖσαι [4] [5] κεκράγασι τὰς αἰτίας τοῦ μίσους παραδιηγούμεναι· „μὴ ἔστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ κατέφαγε καταβρώσει τὸ ἀργύριον ἡμῶν. πᾶς ὁ πλοῦτος καὶ ἡ δόξα, ἣν ἀφείλετο ὁ θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν“ (Gen. 31,14—16).