[14] [cap.3] ὁρῶν δ’ ὅτι πρὸς μάθησιν καὶ νόμιμον ἐπιστασίαν κεκώφωται, δρασμὸν εἰκότως βουλεύεται· δέδιε γάρ, μὴ πρὸς τῷ μηδὲν ἰσχῦσαι ὀνῆσαι ἔτι καὶ ζημιωθῇ. βλαβεραὶ γὰρ αἱ μετὰ ἀνοήτων συνουσίαι, καὶ ἄκουσα πολλάκις ἡ ψυχὴ τῆς ἐκείνων φρενοβλαβείας ἀπομάττεται τὰ εἴδωλα· καὶ ὄντως ἐστὶν ἐχθρὸν φύσει παιδεία ἀπαιδευσίᾳ καὶ φιλοπονία ἀμελετησίᾳ.