[129] εἰ δή τις ἔτ’ ἐν θνητῷ καὶ πολυμιγεῖ καὶ πολυμόρφῳ βίῳ διατρίβων καὶ κεχρημένος ἀφθόνοις ταῖς πρὸς περιουσίαν ὕλαις σκέπτεται καὶ ζητεῖ περὶ τῆς ἀμείνονος καὶ πρὸς τὸ καλὸν μόνον ἀφορώσης γενεᾶς, ἄξιος ἀποδοχῆς ἐστιν, ἂν μὴ πάλιν τὰ ὀνείρατα καὶ φαντάσματα τῶν νομιζομένων καὶ φαινομένων ἀγαθῶν ὑπαναπλεύσαντα παρευημερήσῃ.