[128] ἑρμηνεύεται Δωθαῒν ἔκλειψις ἱκανή, σύμβολον ψυχῆς οὐ μέσως ἀλλὰ τελείως ἀποδεδρακυίας τὰς κενὰς δόξας, αἳ γυναικῶν μᾶλλον ἢ ἀνδρῶν ἐπιτηδεύμασιν ἐοίκασι. διὸ πάνυ καλῶς ἡ ἀρετὴ Σάρρα „τὰ γυναικεῖα ἐκλείπει“ (Gen. 18,11), περὶ ἃ πονούμεθα οἱ τὸν ἄνανδρον καὶ θῆλυν ὄντως βίον μεταδιώκοντες. ὁ δὲ σοφὸς καὶ „ἐκλείπων προστίθεται“ (Gen. 25, 17) κατὰ Μωυσῆν, φυσικώτατα· τὴν γὰρ τῆς κενῆς δόξης ἀφαίρεσιν πρόσθεσιν ἀληθείας εἶναι συμβέβηκεν.