[107] καὶ τῶν ἑαλωκότων ἐπ’ ἀκουσίῳ φόνῳ οἱ μὲν ἐν ἀρχῇ τῆς ἱερωσύνης ἐφυγαδεύθησαν, οἱ δ’ ἤδη μέλλοντος τελευτᾶν τοῦ ἱερωμένου, ὡς τοὺς μὲν αἰῶνα μακρόν τινα τῆς πατρίδος ἐστερῆσθαι, τοὺς δ’ αὐτὸ μόνον ἡμέραν, εἰ τύχοι, μεθ’ ἣν τὸν αὐχένα ἐπαίροντες καὶ φρυαττόμενοι καὶ γελῶντες τοὺς ἄγχιστα γένους τῶν ἀνῃρημένων ἀφίξονται.