Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 106

[106] ἔχειν πρός τε τὰ ἑκούσια καὶ ἀκούσια ἁμαρτήματα. [cap.20] τέταρτον καὶ λοιπὸν ἦν τῶν προταθέντων ἡ προθεσμία τῆς τῶν πεφευγότων [38] [39] καθόδου, τοῦ ἀρχιερέως ὁ θάνατος, πολλὴν ἐν τῷ ῥητῷ μοι παρέχουσα δυσκολίαν. ἄνισος γὰρ ἡ τιμωρία κατὰ τῶν τὰ αὐτὰ δρασάντων νομοθετεῖται, εἴ γε οἱ μὲν [M.562] πλείω χρόνον ἀποδράσονται, οἱ δὲ ἐλάττω· μακροβιώτατοι γὰρ ⟨οἱ μέν⟩, οἱ δὲ ὀλιγοχρονιώτατοι τῶν ἀρχιερέων εἰσί· καὶ οἱ μὲν νέοι, οἱ δὲ πρεσβῦται καθίστανται·