[93] [cap.23] διειλεγμένοι δὲ περὶ τῶν ἐν τοῖς ἐκγόνοις τεττάρων τάξεων οὐκ ἂν οὐδὲ ἐκεῖνο παρίδοιμεν, ὃ γένοιτ’ ἂν τῆς διαιρέσεως καὶ τομῆς τῶν κεφαλαίων ἐναργεστάτη πίστις· τοῦ γὰρ μετεωρισθέντος καὶ φυσηθέντος ὑπ’ ἀνοίας παιδὸς οἱ γονεῖς τὸν τρόπον τοῦτον κατηγόρησαν εἰπόντες „ὁ υἱὸς ἡμῶν οὗτος“ (Deut. 21,20), δεικνύντες τὸν ἀπειθῆ καὶ ἀπαυχενίζοντα.