[92] πάντα γὰρ ταῦτα ὁ πολύφημος ὡς ἀληθῶς καὶ πολυώνυμος σοφὸς κεχώρηκεν, εὐσέβειαν, ὁσιότητα, φυσιολογίαν, μετεωρολογίαν, ἠθοποιίαν, πολιτείαν, οἰκονομίαν, βασιλικήν, νομοθετικήν, ἄλλας μυρίας δυνάμεις, καὶ ἐν ἁπάσαις ἓν εἶδος καὶ ταὐτὸν ἔχων ὀφθήσεται.