[76] ἀδελφὰ δ’ ἔφην τὰ ἆθλα οὐκ ἀπὸ σκοποῦ, ἀλλ’ εἰδὼς ὅτι οὔτ’ ἂν ἱερεὺς γένοιτο πρὸς ἀλήθειαν ἔτι τὴν ἀνθρωπίνην καὶ θνητὴν στρατευόμενος στρατείαν, ἐν ᾗ ταγματαρχοῦσιν αἱ κεναὶ δόξαι, οὔτ’ ἂν εἰρηνικὸς ἀνὴρ μὴ τὸ μόνον ἀμέτοχον πολέμου καὶ τὴν αἰώνιον εἰρήνην