[75] τό τε γὰρ τὴν ἐν τῷ σπουδαζομένῳ παρὰ τοῖς πολλοῖς ἀνθρώποις βίῳ δυσάλωτον στρατείαν καὶ τὸν [22] ἐν ψυχῇ τῶν ἐπιθυμιῶν ἐμφύλιον πόλεμον καταλῦσαι δυνηθέντα εἰρήνην βεβαιώσασθαι μέγα καὶ λαμπρὸν ἔργον, τό τε μηδὲν ἄλλο, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τιμήν, μὴ ἀρχήν, μὴ κάλλος, μὴ ἰσχύν, μὴ ὅσα σώματος πλεονεκτήματα, μηδ’ αὖ γῆν ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον, ἀλλὰ τὸ πρεσβύτατον τῶν αἰτίων τὸ πρὸς ἀλήθειαν θεραπείας καὶ τῆς ἀνωτάτω τιμῆς ἀξιώσαντα μόνον τὴν ἱερωσύνης λαβεῖν τάξιν θαυμαστὸν καὶ περιμάχητον.