[66] οἱ γὰρ εὐχὰς καὶ θυσίας καὶ πᾶσαν τὴν περὶ τὸ ἱερὸν ἁγιστείαν ἐγχειρισθέντες εἰσί, τὸ παραδοξότατον, ἀνδροφόνοι, ἀδελφοκτόνοι, τῶν οἰκειοτάτων καὶ φιλτάτων σωμάτων αὐτόχειρες, οὓς ἐχρῆν καθαροὺς καὶ ἐκ καθαρῶν, μηδενὸς ἄγους προσαψαμένους, ἑκουσίου μὲν ἄπαγε, ἀλλὰ μηδ’ ἀκουσίου χειροτονεῖσθαι·