Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 65

[65] εἰσὶ δέ τινες, οἳ τῶν μητρῴων ὑπερορῶντες περιέχονται παντὶ σθένει τῶν πατρῴων, οὓς καὶ τῆς μεγίστης τιμῆς, ἱερωσύνης, ὁ ὀρθὸς λόγος ἠξίωσε. κἂν τὰς πράξεις αὐτῶν διέλθωμεν, [19] [20] ἐφ’ αἷς τὸ γέρας τοῦτο εὕραντο, χλεύην ἴσως παρὰ πολλοῖς ὀφλήσομεν τοῖς ταῖς προχείροις φαντασίαις ἀπατωμένοις, τὰς δὲ ἀφανεῖς καὶ συνεσκιασμένας δυνάμεις οὐ κατανοοῦσιν·