Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 57

[57] ἐπεὶ τίς ἡμῶν ἀντιστατεῖ πλούτῳ; τίς δὲ πρὸς δόξαν κονίεται; τίς δὲ τιμῆς ἢ ἀρχῆς καταπεφρόνηκε σχεδὸν τῶν ἔτι φυρομένων ἐν κεναῖς δόξαις; οὐδὲ εἷς τὸ παράπαν.