[56] καὶ ἄρρενος ὡς ἀληθῶς λογισμοῦ ἕπεσθαι φύσει. [cap.14] καταπέπληγμαι δὲ τὸ ἀψευδὲς τῆς ψυχῆς τῆς ἐν τοῖς ἑαυτῆς διαλόγοις ὁμολογούσης, ὅτι οὐ δύναται τῶν φαινομένων ἀγαθῶν κατεξαναστῆναι, ἀλλ’ ἕκαστον αὐτῶν τέθηπε καὶ τιμᾷ καὶ μονονοὺχ ἑαυτῆς προκέκρικεν.