Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 28

[28] εἰκότως οὖν ἕψεται δίκη πάντα μοχθηρὸν τρόπον ἐκκαθαίρουσα διανοίας· λέγεται γὰρ „ἐξαρεῖς τὸν πονηρόν“, οὐκ ἐκ πόλεως ἢ χώρας ἢ ἔθνους, ἀλλ’ „ἐξ ὑμῶν αὐτῶν“ (Deut. 21,21)· ἡμῖν γὰρ αὐτοῖς ἐνυπάρχουσι καὶ ἐμφωλεύουσιν οἱ ὑπαίτιοι καὶ ἐπίληπτοι λογισμοί, οὕς, ὁπότε ἀνιάτως ἔχοιεν, ἀποκόπτειν καὶ διαφθείρειν ἀναγκαῖον.