[27] [cap.8] τέταρτον τοίνυν καὶ μέγιστον ἔγκλημα ἦν τὸ μεθύειν, οὐκ ἀνειμένως, ἀλλὰ σφόδρα συντόνως· τὸ γὰρ οἰνοφλυγεῖν ἴσον ἐστὶ τῷ τὸ παραίτιον ἀφροσύνης φάρμακον, ἀπαιδευσίαν, ἐντύφεσθαι καὶ ἀνακαίεσθαι καὶ ἀναφλέγεσθαι μηδέποτε σβεσθῆναι δυναμένην, ἀλλ’ ὅλην δι’ ὅλων αἰεὶ τὴν ψυχὴν ἐμπιπρᾶσάν τε καὶ πυρπολοῦσαν.