Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 187

[187] κατὰ τὸ παραπλήσιον μέντοι καὶ ὅσα ἐπ’ ἀρετὴν ἢ κακίαν ἀναφέρεται, τὰ ὠφέλιμα διὰ τῶν βλαβερῶν γνωρίζεται, τὰ καλὰ τῇ τῶν αἰσχρῶν ἀντιθέσει, τὰ δίκαια καὶ κοινῶς ἀγαθὰ τῇ τῶν ἀδίκων καὶ κακῶν παραθέσει, καὶ πάντα μέντοι τὰ ἄλλα ὅσα ἐν κόσμῳ σκοπῶν ἄν τις εὕροι κατὰ τὸν αὐτὸν τύπον λαμβάνοντα τὴν ἐπίκρισιν· ἐξ ἑαυτοῦ μὲν γὰρ ἕκαστον ἀκατάληπτον, ἐκ δὲ τῆς πρὸς ἕτερον συγκρίσεως γνωρίζεσθαι δοκεῖ.