Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 186

[186] ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι τῶν ὄντων σχεδὸν ἐξ αὑτοῦ καὶ καθ’ αὑτὸ νενόηται τὸ παράπαν οὐδέν, τῇ δὲ πρὸς τὸ ἐναντίον παραθέσει δοκιμάζεται, οἷον τὸ μικρὸν παρὰ τὸ μέγα, τὸ ξηρὸν παρὰ τὸ ὑγρόν, παρὰ τὸ ψυχρὸν τὸ θερμόν, παρὰ τὸ βαρὺ τὸ κοῦφον, τὸ μέλαν παρὰ τὸ λευκόν, τὸ ἀσθενὲς παρὰ τὸ ἰσχυρόν, τὰ ὀλίγα παρὰ τὰ πολλά.