Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 17

[17] φέρε δ’ ὡς ἔχει τοῦτο θεασώμεθα· νόμου κελεύοντος, εἰ τύχοι, τοὺς [M.360] γονεῖς τιμᾶν, ὁ μὲν μὴ τιμῶν ἀπειθής, ὁ δ’ ἀτιμάζων φίλερις. καὶ πάλιν τοῦ τὴν πατρίδα σῴζειν ὄντος δικαίου τὸν μὲν πρὸς αὐτὸ τοῦτο ὄκνῳ χρώμενον ἀπειθῆ, τὸν δ’ ἔτι καὶ προδιδόναι διεγνωκότα δύσεριν καὶ φιλόνεικον λεκτέον.