[16] [cap.5] ἀνωμολόγηται τοίνυν περιφανῶς, ὅτι τὸ εἴκειν καὶ πειθαρχεῖν ἀρετῇ καλὸν καὶ συμφέρον, ὥστε τὸ ἀπειθεῖν ἔμπαλιν αἰσχρὸν καὶ οὐ μετρίως ἀλυσιτελές· τὸ δὲ δὴ καὶ ἐρεθίζειν ὑπερβολὴν πᾶσαν κεχώρηκε τοῦ δεινοῦ· ὁ γὰρ ἀπειθὴς τοῦ φιλέριδος ἧττον μοχθηρός ἐστιν, ὁ μὲν αὐτὸ μόνον τῶν προσταττομένων ἀλογῶν, ὁ δὲ καὶ τοῖς ἐναντίοις ἐγχειρεῖν σπουδὴν πεποιημένος.