Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 167

[167] πολὺ γὰρ σκότος τῶν ὄντων καὶ σωμάτων καὶ πραγμάτων κατακεχυμένον οὐκ ἐᾷ τὴν ἑκάστου φύσιν ἰδεῖν, ἀλλὰ κἂν βιασάμενός τις ὑπὸ περιεργίας ἢ τοῦ φιλομαθοῦς ἐθελήσῃ διακῦψαι, καθάπερ οἱ πεπηρωμένοι προσπταίων τοῖς ἐν ποσί, πρίν τι λαβεῖν, ἀναπεσὼν ὑστερίζει ἢ ταῖς χερσὶν ἐφαπτόμενος τὰ ἄδηλα εἰκάζει στοχασμὸν πρὸ ἀληθείας κτώμενος.