[166] ταῦτα δὲ νήφων μὲν λογισμὸς οὐκ ἀνέχεται, μέθῃ δὲ κατεσχημένος καὶ ὥσπερ ἔξοινος ὤν· [cap.41] διὸ λέγεται· „ἐπότισαν τὸν πατέρα οἶνον“ (Gen. 19,33). ἀναισθησία παντελής, ἱκανὸν δοκεῖν εἶναι βουλεύεσθαι τὸν νοῦν ἀφ’ ἑαυτοῦ τὰ συμφέροντα ἢ τοῖς ὁπωσοῦν φανεῖσιν, ὡς τὸ ἀληθὲς πάγιον ἐν ἑαυτοῖς ἔχουσι, συναινέσαι, τῆς ἀνθρωπίνης φύσεως μηδαμῇ μηδαμῶς ἱκανῆς οὔσης ἢ ἐκ περισκέψεως τὸ σαφὲς εὑρεῖν ἢ τὰ μὲν ὡς ἀληθῆ καὶ συμφέροντα ἑλέσθαι, τὰ δ’ ὡς ψευδῆ καὶ βλάβης αἴτια [M.383] ἀποστραφῆναι.