Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 156

[156] κἂν γὰρ αἱ τοῦ ἄλλου σώματος ἅπασαι δυνάμεις ἐπ’ αὐτὸ δὴ τὸ πέρας ἰσχύος ἔλθωσι καὶ ῥώμης, ὑποσκελισθεῖσαι πρὸς ὀφθαλμῶν καὶ ὤτων πηρώσεως μέγα πτῶμα πίπτουσιν, ὡς μηκέτ’ ἀναστῆναι δύνασθαι· τὰ γὰρ ὑπερείδοντα καὶ στηρίζοντα ἄνθρωπον λόγῳ μὲν αἱ βάσεις εἰσίν, ἔργῳ δὲ ἀκοαί τε καὶ ὄψεις, ἃς ἔχων μέν τις ὁλοκλήρους ἐγήγερται καὶ ἀνωρθίασται, στερόμενος δὲ αὐτῶν κλίνεται καὶ εἰσάπαν καθαιρεῖται.