[155] τίνι οὖν ἀπεικάσωμεν τῶν ἐν τῷ σώματι τὸ ἐν ψυχῇ πάθος ὃ κέκληται ἄγνοια ἢ τῇ τῶν αἰσθητηρίων πηρώσει; οὐκοῦν ὅσοι ὀφθαλμοὺς καὶ ὦτα ἐβλάβησαν, οὐδὲν ἔτι ⟨οὔτ’⟩ ἰδεῖν οὔτ’ ἀκοῦσαι δύνανται, ἡμέραν μὲν καὶ φῶς, ὧν ἕνεκα [47] [48] μόνων, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὸ ζῆν αἱρετόν, οὐκ εἰδότες, μακρῷ δὲ σκότῳ καὶ νυκτὶ αἰωνίῳ συνοικοῦντες, πρὸς πάντα καὶ μικρὰ καὶ μείζω κεκωφημένοι, οὓς εἰκότως ὁ βίος ἀδυνάτους εἴωθε καλεῖν·