Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 150

[150] πρῶτον μέν γε „σκληρὰν ἡμέραν“ εἶπεν ἑαυτὴν πρὸς τὸ χλευάζον ἀπιδοῦσα παιδάριον—τούτῳ [45] [46] γὰρ καὶ παντὶ ἄφρονι τραχεῖα καὶ δύσβατος καὶ ἀργαλεωτάτη νενόμισται ἡ ἐπ’ ἀρετὴν ἄγουσα ὁδός, καθὰ καὶ τῶν παλαιῶν τις ἐμαρτύρησεν εἰπών· / τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι. / τῆς δ’ ἀρετῆς ἱδρῶτα θεὸς προπάροιθεν ἔθηκεν / ἀθάνατος, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν / καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηαι. / ῥηιδίη δὴ ’πειτα πέλει χαλεπή περ ἐοῦσα —,