[149] εἰκότως οὖν ἀποκρίνεται πρὸς τὸν νεωτεροποιὸν καὶ γέλωτα τιθέμενον τὸν σεμνὸν καὶ αὐστηρὸν αὐτῆς βίον· ὦ θαυμάσιε, „γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν ψυχήν μου ἐνώπιον κυρίου“ (I Reg. 1,15)· παμπόλλη γε παρρησία τῆς ψυχῆς, ἣ τῶν χαρίτων τοῦ θεοῦ πεπλήρωται.