[96] [cap.20] Τέταρτόν ἐστι παράγγελμα τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης, ἵν’ εὐαγῶς καὶ ὁσίως ἄγηται. ταύτην ἔνιαι μὲν τῶν πόλεων ἑορτάζουσιν ἅπαξ τοῦ μηνὸς ἀπὸ τῆς κατὰ θεὸν νουμηνίας διαριθμούμεναι, τὸ δὲ Ἰουδαίων ἔθνος συνεχῶς ⟨ἡμέρας⟩ ἓξ διαλείποντες αἰεί.