Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 95

[95] ὁ δὲ τῶν λεχθέντων ὀλιγώρως ἔχων ἴστω τὸ μὲν πρῶτον μιαρὸς καὶ ἀκάθαρτος [29] [30] ὤν, εἶθ’ ὡς αἰεὶ αἱ μέγισται τῶν τιμωριῶν ἐφεδρεύουσιν αὐτῷ, τῆς ἐφόρου τῶν ἀνθρωπείων δίκης ἀτρέπτως καὶ ἀπαρηγορήτως ἐπὶ τοῖς οὕτω μεγάλοις ἀδικήμασιν ἐχούσης, ἥτις, ὅταν μὴ παραχρῆμα κολάζειν ἀξιοῖ, ἐπὶ πολλῷ δανείζειν ἔοικε τὰς τιμωρίας, [M.197] ἅς, ὅταν ᾖ καιρός, ἀναπράττει μετὰ τοῦ κοινῇ συμφέροντος.