Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 90

[90] εἶτα, πρὸς ἃ μηδὲ φίλον ἄγειν τολμήσεις, ἐπὶ ταῦτα θεὸν μάρτυρα καλῶν οὐκ ἐρυθριᾷς, τὸν πατέρα καὶ ἡγεμόνα τοῦ κόσμου; πότερον ἐπιστάμενος, ὅτι πάνθ’ ὁρᾷ καὶ πάντων ἀκούει, ἢ τοῦτ’ ἀγνοῶν;