[89] μανίας γὰρ ἀθεραπεύτου τὸ ἔργον. ἐπεὶ τίσιν ὀφθαλμοῖς νήφων καὶ ἐν σεαυτῷ δοκῶν εἶναι προσιδὼν τὸν φίλον ἐρεῖς· διὰ τὴν ἑταιρίαν ἀδικοπράγει, παρανόμει, συνασέβει μοι; δῆλον γὰρ ὡς, εἰ ταῦτ’ ἀκούσαι, πολλὰ χαίρειν φράσας ἑταιρίᾳ τῇ νομιζομένῃ καὶ κακίσας αὑτόν, ὅτι τὴν ἀρχὴν ἀνδρὶ τοιούτῳ φιλίας ἐκοινώνησεν, ἀποπηδήσεται καθάπερ ἀπὸ θηρὸς ἀγριαίνοντος καὶ λελυττηκότος.