[59] τινος χρόνου γενόμενον καὶ μὴ διαιωνίζοντα λέγειν οὐ θεμιτόν. [cap.13] ἀλλὰ γὰρ ἔνιοι περὶ τὰς κρίσεις ἀπονοίᾳ τοσαύτῃ κέχρηνται, ὡς οὐ μόνον τὰ εἰρημένα θεοὺς νομίζειν, ἀλλὰ καὶ ἕκαστον αὐτῶν μέγιστον καὶ πρῶτον θεόν, τὸν ὄντα ὄντως ἢ οὐκ εἰδότες ἀδιδάκτῳ τῇ φύσει ἢ οὐ σπουδάζοντες μαθεῖν, ἕνεκα τοῦ μηδὲν ἔξω τῶν αἰσθητῶν ἀόρατον καὶ νοητὸν αἴτιον ὑπολαμβάνειν εἶναι, καίτοι σαφεστάτης ἐγγὺς παρακειμένης πίστεως.