[58] τῷ δὴ φιλοσοφεῖν ἀνόθως ἐγνωκότι καὶ ἀδόλου καὶ καθαρᾶς εὐσεβείας [18] μεταποιουμένῳ κάλλιστον καὶ ὁσιώτατον ὑφηγεῖται παράγγελμα, μηδὲν τῶν τοῦ κόσμου μερῶν αὐτοκρατῆ θεὸν ὑπολαμβάνειν εἶναι· καὶ γὰρ γέγονε, γένεσις δὲ φθορᾶς ἀρχή, κἂν προνοίᾳ τοῦ πεποιηκότος ἀθανατίζηται, καὶ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν· θεὸν δὲ πρότερον οὐκ ὄντα καὶ ἀπό