Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 17

[17] ὁ γὰρ πρὸς τὸ ζῆν ἀφθονίαν δοὺς καὶ τὰς πρὸς τὸ εὖ ζῆν ἀφορμὰς ἐδωρεῖτο· πρὸς μὲν οὖν τὸ ζῆν σιτίων ἔδει καὶ ποτῶν, ἅπερ ἀνεύρισκον οὐχ ἑτοιμασάμενοι, πρὸς δὲ τὸ εὖ ζῆν νόμων καὶ διαταγμάτων, οἷς βελτιοῦσθαι τὰς ψυχὰς ἔμελλον.