Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 16

[16] ἐὰν ἐν σπάνει γενόμενοι τῶν ἀναγκαίων καὶ δίψει καὶ λιμῷ διαφθαρῆναι προσδοκήσαντες ἐξαπιναίως ἀφθονίαν τῶν ἐπιτηδείων ἀπαυτοματισθέντων ἀνευρίσκωσιν, οὐρανοῦ μὲν ὕοντος τροφὰς τὸ καλούμενον μάννα, προσόψημα δὲ τροφῶν ἀπ’ ἀέρος ὀρτυγομήτρας φοράν, ὕδατος δὲ πικροῦ γλυκαινομένου πρὸς τὸ πότιμον, πέτρας δὲ ἀκροτόμου πηγὰς ἀνομβρούσης, μηκέτι θαυμάζωσιν, εἰ λόγια θεοῦ συμβέβηκεν [M.183] εἶναι τοὺς νόμους, ἐναργεστάτην βάσανον εἰληφότες ἐκ τῶν χορηγιῶν, ἃς ἐξ ἀπόρων ἔσχον οὐκ ἐλπίσαντες.